. 80
μὲν τῶν παλαιῶν πράξεων μέμνηνται, εὖ δὲ τὰς παρ-ούσας ήδονται πράττοντες, δι᾿ ἐμὲ φίλοι μὲν θεοῖς ὄντες, ἀγαπητοὶ δὲ φίλοις, τίμιοι δὲ πατρίσιν. Ὅταν δ᾽ἔλθῃ τὸ πεπρωμένον τέλος, οὐ μετὰ λήθης ἄτιμοι κεῖνται, ἀλλὰ μετὰ μνήμης τὸν ἀεὶ χρόνον ὑμνούμενοι θάλαλουσι. Τοιαῦτά σοι, ὦ παῖ τοκέων ἀγαθῶν Ἡράκλεις,ἔξεστι διαπονησαμένῳ τὴν μακαριστοτάτην εὐδαιμο-νίαν κεκτῆσθαι.
66
Οὕτω πως διώκει Πρόδικος τὴν ὑπ᾽ Ἀρετῆς Ἡρακλέους παίδευσιν · ἐκόσμησε μέντοι τὰς γνώμας ἔτι μεγαλειοτέροις ρήμασιν ἢ ἐγὼ νῦν. Ἡμῖν δ᾽ οὖν ἄξιον,ὦ νέοι, τούτων ἐνθυμουμένοις πειρᾶσθαί τι καὶ τῶνεἰς τὸν μέλλοντα χρόνον τοῦ βίου φροντίζειν.
5
159. Ἡρακλῆς καὶ ᾿Αθηνᾶ.( C. 308. F. 419.)
Διὰ στενῆς ὁδοῦ ὧδευεν Ἡρακλῆς. Ἰδὼν δ᾽ ἐπὶγῆς μήλῳ ὅμοιόν τι, ἐπειρᾶτο συντρίψαι. Ὡς δὲ εἶδεδιπλοῦν γενόμενον, ἔτι μᾶλλον ἐπέθετο, καὶ τῷ ῥοπάλῳ ἔπαιεν. Τὸ δὲ φυσηθὲν εἰς μέγεθος τὴν ὁδὸνἐπέφραξεν. Ὁ δὲ ῥίψας τὸ ῥόπαλον ἵστατο θαυμάζων.᾿Αθηνᾷ δὲ, αὐτῷ ἐπιφανεῖσα, εἶπε · πέπαυσο, ἀδελφέτοῦτ᾽ ἔστι φιλονεικία καὶ ἔρις · ἄν τις αὐτὸ καταλείπῃἀμάχητον, μένει οἷον ἦν πρῶτον, ἐν δὲ ταῖς μάχαιςοὕτως οἰδεῖται.
66
,,
Ὅτι αἱ μάχαι καὶ ἔριδες αἰτίαι μεγάλης βλαβηςὑπάρχουσιν.
160. Ἡρακλῆς καὶ Πλοῦτος.( S. 110. C. 191. F. 276.)
Hausrall, 28.
Ἡρακλῆς ἰσοεωθεὶς καὶ παρὰ Διὶ ἑστιώμενος ἕναἕκαστον τῶν θεῶν μετὰ πολλῆς φιλοφροσύνης ἠσπά-ζετο. Καὶ δὴ τελευταίου εἰσιόντος τοῦ Πλούτου, κατὰτοῦ ἐδάφους κύψας ἀπεστρέψατο αὐτόν. Ὁ δὲ Ζεὺςθαυμάσας τὸ γεγονὸς, ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν,