-
18
τῆς συμποτικῆς κοινωνίας τὸ τέλος καὶ καθύβρισται ὁΔιόνυσος.
Neoheron44,
35. ᾿Αλώπηξ καὶ Δρυτόμος.
( S. 22. C. 127 et p. 329. F. 10. B. 50.)Hausratt 24.
Cam 148' Αλώπηξ κυνηγούς φεύγουσα ὡς ἐθεάσατόSoggio 163
τινα
δρυτόμον, τοῦτον ἱκέτευε κατακρύψαι αὐτήν · ὁ δ᾽ αὐτῇπαρῄνεσεν, εἰς τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσαν κρυβῆναι. Μετ' οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν καὶ τοῦ δρυτόμου πυνθανομένων, εἰ τεθέαταιἀλώπεκα τῇδε παριοῦσαν, ἐκεῖνος τῇ μὲν φωνῇ ἠρνεῖτοἑωρακέναι, τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν ὅπου κατεκέκρυπτο. Τῶν δὲ οὐχ οἷς ἔνευε προςσχόντων, ἀλλ᾽ οἷςἔλεγε πιστευσάντων, ἡ ἀλώπηξ ἰδοῦσα αὐτοὺς ἀπαλλαγέντας, ἐξελθοῦσα ἀπροσφωνητὶ ἐπορεύετο μεμφο-μένου δ᾽ αὐτὴν τοῦ δρυτόμου, εἴγε διασωθεῖσα ὑπ᾽αὐτοῦ οὐδὲ φωνῆς αὐτὸν ἠξίωσεν, ἔφη · ἀλλ᾽ ἔγωγεηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῶνχειρῶν καὶ τοὺς τρόπους εἶχες.
66
Τούτῳ τῷ λόγῳ χρήσαιτ' ἄν τις πρὸς ἐκείνους τῶνἀνθρώπων, οἵτινες τὰ μὲν χρηστὰ σαφῶς ἐπαγγέλλουται, ἔργα δὲ φαῦλα δρῶσιν.
35." Αλλως. Αλώπηξ καὶ Ποιμήν.( C. p. 70.)
Ἔλαφον διώκει λέων. Ἡ δὲ φεύγουσα ὑπεξάγεικαὶ καταδύεται εἰς δρυμῶνα βαθύν. Ὁ δὲ λέων, ἐπιστὰς τῷ δρυμῷ, ἐρωτᾷ τὸν ποιμένα, εἴ που εἶδε πτήξασαν τὴν ἔλαφον. Ὁ δὲ ποιμὴν οὐκ ἔφη εἰδέναι, καὶὁμοῦ λέγων τὴν χεῖρα ἀνατείνας ἔδειξε τὸ χωρίον.Ὤιχετο ὁ λέων ἐπὶ τὴν δειλαίαν ἔλαφον · ἡ δὲ ἀλώπηξπρὸς τὸν ποιμένα λέγει ·„, ὡς δειλὸς ἄρα καὶ πονηρὸςἦσθα, δειλὸς μὲν πρὸς λέοντας, πονηρὸς δὲ εἰς ἐλά-φους.“
99